Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.252 Joseph. AJ 11.257 (English) >>Joseph. AJ 11.261

11.255 μὲν οὖν Ἀμάνης ταῦτα συνεβούλευσεν οἰόμενος εἰς αὐτὸν ἥξειν τοῦτο τὸ γέρας. δὲ βασιλεὺς ἡσθεὶς τῇ παραινέσειπροελθών. φησίν, ἔχεις γὰρ καὶ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸν στρεπτόν. ἐπιζήτησον Μαρδοχαῖον τὸν Ἰουδαῖον καὶ ταῦτα ἐκείνῳ δοὺς προάγων αὐτοῦ τὸν ἵππον, σὺ γάρ, ἔφη, μοι φίλος ἀναγκαῖος, ἴσθι διάκονος ὧν χρηστὸς σύμβουλος ἐγένου. ταῦτα δὲ αὐτῷ παρʼ ἡμῶν 11.256ἔσται σώσαντί μου τὴν ψυχήν.” τούτων ἀκούσας παρὰ πᾶσαν ἐλπίδα τὴν διάνοιαν συνεχύθη καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ χρυσοῦν περιαυχένιον, καὶ τὸν Μαρδοχαῖον εὑρὼν πρὸ τῆς αὐλῆς σάκκον ἐνδεδυμένον ἐκέλευσεν ἀποθέμενον ἐνδύσασθαι τὴν πορφύραν. 11.257 δὲ οὐκ εἰδὼς τἀληθές, ἀλλὰ χλευάζεσθαι νομίζων κάκιστε πάντων ἀνθρώπων, εἶπεν, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐπεγγελᾷς;” πεισθεὶς δʼ, ὡς βασιλεὺς αὐτῷ γέρας τοῦτʼ εἴη δεδωκὼς ἀντὶ τῆς σωτηρίας, ἣν αὐτῷ παρέσχεν τοὺς ἐπιβουλεύσαντας εὐνούχους ἐλέγξας, ἐνδύεται τὴν πορφύραν, ἣν βασιλεὺς φορῶν ἀεὶ διετέλει, καὶ περιτίθεται τὸ περιαυχένιον, 11.258καὶ ἐπιβὰς ἐπὶ τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν Ἀμάνου προάγοντος καὶ κηρύσσοντος, ὅτι τοῦτʼ ἔσται παρὰ τοῦ βασιλέως ἂν στέρξῃ καὶ τιμῆς ἄξιον δοκιμάσῃ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.252 Joseph. AJ 11.257 (English) >>Joseph. AJ 11.261

Powered by PhiloLogic